θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Sunday, December 08, 2019

Πρώτοι οι Λυδοί ευνούχισαν τις γυναίκες και τις χρησιμοποιούσαν ως άνδρες ευνούχους..

 
 
 ΛΥΔΟΙ δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς ὡς καὶ
πρῶτοι γυναῖκας εὐνουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ
Λυδὸς ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας συγ- 
γεγραφὼς – Διονύσιος δ' ὁ Σκυτοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασανδρεὺς ἐν τῷ περὶ Συναγωγῆς
Βιβλίων (FHG IV 342), ἀγνοῶν ὅτι Ἔφορος ὁ συγγρα-
φεὺς μνημονεύει αὐτοῦ (ib. I 262) ὡς παλαιοτέρου
ὄντος καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δεδωκότος – ὁ δ'
οὖν Ξάνθος ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν (ib. 39)
Ἀδραμύτην φησὶ τὸν Λυδῶν βασιλέα πρῶτον γυναῖκας
εὐνουχίσαντα χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων.
Κλέαρχος δ' ἐν τῇ τετάρτῃ περὶ Βίων (ib. III 305)
’Λυδοί, φησί, διὰ τρυφὴν παραδείσους κατασκευασά-
μενοι καὶ ἀνηλίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο,
τρυφερώτερον ἡγησάμενοι τὸ μηδ' ὅλως αὐτοῖς ἐπιπί-
πτειν τὰς τοῦ ἡλίου αὐγάς. 
καὶ [τέλος] πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους
εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα
συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυν-
12.11.20
θέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διόπερ καὶ
γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν ὑβρι-
σθεισῶν Ὀμφάλην· ἥτις πρώτη κατῆρξε μὲν τῆς εἰς
Λυδοὺς πρεπούσης τιμωρίας. τὸ γὰρ ὑπὸ γυναικὸς
ἄρχεσθαι ὑβριζομένους σημεῖόν ἐστι βίας. οὖσα οὖν
12.11.25
καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ
πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν
δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων  
ὑβρίσθη· εἰς τοῦτον οὖν συναθροίσασα μετ' ἀνάγκης
συγκατέκλινε τοῖς δούλοις τὰς δεσποίνας.