θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Tuesday, March 27, 2018

Ἀθάνατος: τὸ ἀθάνατος ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτος ἐπὶ ἀψύχων.

 
 
 Ἀθάνατος
 
τὸ ἀθάνατος ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτος ἐπὶ ἀψύχων φιλόσοφοι τάττουσιν. ὅτι ὁ Πλάτων ἀθάνατον εἶναι λέγων τὴν ψυχὴν ἀθανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει. διότι τὸ μὲν κυρίως ἀθάνατον καὶ κατ' οὐσίαν καὶ κατ' ἐνέργειάν ἐστιν ἀμετάβλητον· τὴν δὲ
ψυχὴν κατ' οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατ' ἐνέργειαν.
οὕτως δ' ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατ' οὐσίαν ἀλλὰ κατὰ τόπον. ὅτι δὲ πάθος τῆς ζωῆς ἡ ἀθανασία καὶ σύμπτωμά τι· ἐπὶ ὑποθέσει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι, οὐ μεταλήψει ἄλλης ζωῆς τὸ θνητὸν ἀθάνατον γίγνεσθαι. ἐγράφη ἐν τῷ Πῖ στοιχείῳ περὶ πάθους.
ὁ δὲ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου ἁμαρτάνει. οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλ' ἐν ἕξει καὶ διαθέσει.