θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Wednesday, March 14, 2018

Μητρὸς Ἀνταίας, θυμίαμα ἀρώματα

 
 
 
Μητρὸς Ἀνταίας, θυμίαμα ἀρώματα
 
Ἀνταία βασίλεια, θεά, πολυώνυμε μῆτερ
 ἀθανάτων τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων,
ἥ ποτε μαστεύουσα πολυπλάγκτῳ ἐν ἀνίῃ
 νηστείαν κατέπαυσας Ἐλευσῖνος ἐν γυάλοισιν
 ἦλθές τ' εἰς Ἀίδην πρὸς ἀγαυὴν Περσεφόνειαν
 ἁγνὸν παῖδα Δυσαύλου ὁδηγητῆρα λαβοῦσα,
μηνυτῆρ' ἁγίων λέκτρων χθονίου Διὸς ἁγνοῦ,
Εὔβουλον τεύξασα θεὸν θνητῆς ἀπ' ἀνάγκης.
ἀλλά, θεά, λίτομαί σε, πολυλλίστη βασίλεια,
ἐλθεῖν εὐάντητον ἐπ' εὐιέρωι σέο μύστῃ.