θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Saturday, September 30, 2017

Ζώδια μὲν οὖν εἰσὶ δώδεκα· πλάνητες δὲ ἀστέρες ἑπτά·



Πλάνητες δὲ ὀνομάζονται,
ὡς ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς κινούμενοι, ἐναντίως τῇ κινήσει
sch.381sex.15
τοῦ οὐρανοῦ. Ζώδια μὲν οὖν (ὡς ἔφην) εἰσὶ δώδεκα· πλά-
νητες δὲ ἀστέρες ἑπτά· ἄστρα δὲ ἀπλανῆ <λη>, Ἄρκτος μεγάλη,
Προκύων, Ἄρκτος μικρὰ, Ἵππος, Ὄφις, Ἀετὸς, Δελφὶς,
Ὀϊστὸς, Κασσιέπεια, Λαγωὸς, Περσεὺς, Κῆτος, Ἀνδρομέδα,
Ὠρίων, Ἡνίοχος, Κένταυρος, Κόραξ, Ὕδρος, Αἲξ, Λύρα,  
sch.381sex.20
Ἔριφοι, Ἐνγόνασι, Στέφανος βόρειος, Στέφανος νότιος,
Ἀργὼ, Ἠριδανὸς ποταμὸς, Πλειάδες, Θυμιατήριον, Ὑάδες, Ἀρ-
κτοφύλαξ, ὁ καὶ Βοώτης, Ὀφιοῦχος, Κηφεὺς, Κύων, Τόξον,
Κύκνος, Κρατὴρ, Ἰχθῦς, Δεσμά. Ταῦτα πάντα τὰ ζώδια καὶ
τὰ ἀπλανῆ, καὶ οἱ πλάνητες, διττὰς ποιοῦνται ἀνατολάς τε καὶ δύ-
sch.381sex.25
σεις· μίαν μὲν, ἣν σὺν τῷ παντὶ οὐρανῷ ἀνατέλλουσι καθ' ἑκάστην
ἡμέραν, ἀπὸ τοῦ ὑπογείου ἡμισφαιρίου εἰς τὸ ὑπέργειον, καὶ πά-
λιν ἀπὸ τοῦ ὑπεργείου εἰς τὸ ὑπόγειον δύνουσιν.