θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Tuesday, March 20, 2018

Ἀδριανός. βασιλεὺς Ῥωμαίων. ἦν δὲ τὸ γένος βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἄφρου·



Ἀδριανός

βασιλεὺς Ῥωμαίων. ἦν δὲ τὸ γένος βουλευτοῦ
πατρὸς ἐστρατηγηκότος Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύσιν δὲ φιλο-
λόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεσι ποιήματα
παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστως ἐχρῆτο καὶ κατὰ
τοῦτο καὶ τἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε
καὶ ἔγραφε καὶ οὐδὲν ὅ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασι-
λικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς 
ἀνθρώπους ἔβλαπτεν· ὁ δὲ δὴ φθόνος αὐτῷ δεινότατος ἐς πάντας
τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε, συχνοὺς δὲ ἀπώλεσε.
βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει τοὺς ἔν τινι ὑπερ-
αίροντας. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύσιον
τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ
μάλιστα τῷ τοὺς ἀνταγωνιστὰς σφῶν ἐξαίρειν, τοὺς μὲν μηδενὸς, τοὺς
δὲ βραχυτάτου τινὸς ἀξίους ὄντας. οὗτος ἐν ἐπιστολῇ ἔγραψε τά τε
ἄλλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι τῶν δημοσίῳ συμφε-
ρόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ,
ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· ἀλλ' ὅμως διεβλήθη
εἰς πολλά. οὗτος ἦν ἡδὺς μὲν ἐντυχεῖν καὶ ἐπήνθει τις αὐτῷ χάρις,
τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριστα χρώμενος· οὐ μὴν ἐπὶ
πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοσίων χρημά-
των ἐσπουδακὼς ἄθροισιν. οὗτος φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον
τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τετελευτηκόσι φθονεῖν· τὸν γοῦν Ὅμηρον
καταλύων Ἀντίμαχον ἀντ' αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ
πρότερον ἠπίσταντο. ᾐτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ
ἀκριβὲς τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ
ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ
δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι,
μήτε τινὰ χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλὰ καὶ δήμοις
καὶ ἰδιώταις χαρίσασθαι. ἦν δὲ περιεργότατος καὶ μαντείαις καὶ μαγγα-
νείαις παντοδαπαῖς ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοός τις·
ἔκτισε δὲ πόλιν καὶ συνῴκισεν ἀπ' αὐτοῦ τε ὠνόμασε. καί τινα ὁρῶντα
Ἀντίνοον λέγειν. οὗτος ἐς Παννονίαν ἀφίκετο καὶ τὸν Ἴστρον
μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντες βάρβαροι ἐξεπλά-
γησαν.