θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Saturday, September 30, 2017

Στάσεων γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία.

 
 

Κοινωνικὸν γὰρ ζῶον γέγονεν ὁ ἄνθρωπος,
καὶ ὁ τῆς κοινωνίας αὐτῷ νόμος ἐκ τοῦ πατρὸς ἔγκειται κατὰ φύσιν.
Ἀδικίᾳ δὲ πάσῃ πρὸς κοινωνίαν καὶ κοινωνίᾳ πρὸς ἀδικίαν ἔστι πόλεμος·
στάσεων γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία. Τὸ δὲ κοινωνικὸν
sch.272.20
ἀστασίαστον· καὶ ὀρθῶς ὁ Πλάτων εἶπεν, οὐδὲ συστῆναι δυ-
νατὸν εἶναι τὴν ἀδικίαν χωρὶς δικαιοσύνης· δεῖν γὰρ τοὺς συν-
αδικήσαντας, τά γε πρὸς ἀλλήλους δίκαια φυλάττειν, εἰ καὶ
ἀλλήλους ἀδικοῦντας μηδὲν δύνασθαι κοινῇ ποτε πρᾶξαι. Εἰ
οὖν ἄνθρωπος εἶ, φύσει κοινωνικὸν ζῶον εἶ, εἰ δὲ φύσει
sch.272.25
κοινωνικὸν ζῶον εἶ, παρὰ φύσιν σοι τὸ ἀδικεῖν. Οὐ γὰρ κοι-
νωνίας, ἀλλὰ διασπασμοῦ τὸ ἀδικεῖν αἴτιον, τῶν ἀδικουμέ-
νων τοῖς ἀδικοῦσιν ὁμονοεῖν οὐ δυναμένων.
 
Πρόκλος