θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Saturday, September 09, 2017

Ὀλυμπιοδώρου: Ο χορός μιμείται τις ουράνιες κινήσεις.


 Μάλιστα τοίνυν ἐν τοῖς συμποσίοις μουσικῇ ἐκέχρηντο,
ἐπειδὴ τὰ συμπόσια οἷά τε ἦν εἰς πάθη κινῆσαι. χορὸς
οὖν ἐγίνετο
, καὶ εἰ μὲν ἀπὸ ἀριστερῶν ἐπὶ τὸ δεξιὸν μέρος  
ἐφέροντο, ἐκαλεῖτο προῳδὸς τὸ τοιοῦτον, εἰ δὲ ἐπὶ ἀριστε-
5.5.5
ρὸν ἐπῳδός, εἰ δὲ ἐπὶ τὸ μέσον μεσῳδός· καὶ πάλιν εἰ ἐπὶ
τὰ ὄπισθεν στραφέντες ἐπὶ τὸ δεξιὸν μέρος ᾔεσαν, στροφὴ
ἐκαλεῖτο, εἰ δὲ ἐπὶ τὸ μέσον μεσῳδός, εἰ δὲ ἐπὶ τὸ ἀριστε-
ρὸν ἀντιστροφή. τούτων μὲν οὖν καὶ Στησίχορος μέμνηται.
συμβολικὰ δὲ ταῦτα ἦσαν, ἐμιμοῦντο γὰρ τὰς οὐρανίας
5.5.10
κινήσεις·
ἡ μὲν γὰρ ἀπὸ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ δυτική
ἐστιν, ἡ δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ ἀνατολική·
ὡσαύτως καὶ οἱ ἀρχόμενοι ᾄδειν καὶ μεσοῦντες καὶ λήγον-
τες τὴν γῆν ᾐνίττοντο, ἥτις ἀρχὴ μέν ἐστιν ὡς κέντρον,
μέση δὲ διὰ τὴν θέσιν, τελευταία δὲ ὡς ὑποστάθμη τοῦ
5.5.15
παντός. ἐπεὶ τοίνυν ἐξελίμπανε κατὰ μέρος ἡ μουσική,
μυρρίναις ἐκέχρηντο· καὶ ἐλάμβανέ τις αὐτὴν καὶ
ᾄδων οὐ παρεῖχε τῷ μετ' αὐτὸν ἀλλὰ τῷ κατὰ ἀντικρὺ
αὐτοῦ, εἶτα ἐκεῖνος τῷ πρώτῳ καὶ πάλιν ἐκεῖνος τῷ δευτέρῳ,
καὶ σκολιὰ ἡ μετάδοσις ἐγίνετο καὶ ἐντεῦθεν τὸ σκο-
λιὸν μέλος εἴρηται.
 
Σχόλια σὺν θεῷ εἰς τὸν Γοργίαν ἀπὸ φωνῆς
Ὀλυμπιοδώρου τοῦ μεγάλου φιλοσόφου