θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα
θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα

NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Friday, September 08, 2017

Κουρήτων, θυμίαμα λίβανον


Κουρήτων, θυμίαμα λίβανον
 
Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε' ἔχοντες,
οὐράνιοι χθόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι,
ζωιογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,
οἵτε Σαμοθράικην, ἱερὴν χθόνα, ναιετάοντες
 κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων
 ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε,
ἀθάνατοι Κουρῆτες, Ἀρήια τεύχε' ἔχοντες
 νωμᾶτ' Ὠκεανόν, νωμᾶθ' ἅλα δένδρεά θ' αὕτως
 ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς,
μαρμαίροντες ὅπλοις· πτήσσουσι δὲ θῆρες ἅπαντες
 ὁρμώντων, θόρυβος δὲ βοή τ' εἰς οὐρανὸν ἵκει
 εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει
 ἐρχομένωνἦ τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλε.
δαίμονες ἀθάνατοι, τροφέες καὶ αὖτ' ὀλετῆρες,
ἡνίκ' ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν
 ὀλλύντες βίοτον καὶ κτήματα ἠδὲ καὶ αὐτοὺς
 πιμπλάντες, στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης,
δένδρη δ' ὑψικάρην' ἐκ ῥιζῶν ἐς χθόνα πίπτει,
ἠχὼ δ' οὐρανία κελαδεῖ ῥοιζήμασι φύλλων.
Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε
 ἐν Σαμοθράικῃ ἄνακτες, ὁμοῦ <δὲ> Διόσκοροι αὐτοί,
πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἀεροειδεῖς,
οἵτε καὶ οὐράνιοι δίδυμοι κλήιζεσθ' ἐν Ὀλύμπῳ,
εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς,
ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες.