NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Saturday, August 05, 2017

Μητρὸς θεῶν, θυμίαμα ποικίλα

 
Μητρὸς θεῶν, θυμίαμα ποικίλα
 
Ἀθανάτων θεότιμε θεῶν μῆτερ, τροφὲ πάντων,
τῇδε μόλοις, κράντειρα θεά, σέο, πότνι· ἐπ' εὐχαῖς,
ταυροφόνων ζεύξασα ταχύδρομον ἅρμα λεόντων,
σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή·
ἣ κατέχεις κόσμοιο μέσον θρόνον, οὕνεκεν αὐτὴ
 γαῖαν ἔχεις, θνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς·
ἐκ σέο δ' ἀθανάτων τε γένος θνητῶν τ' ἐλοχεύθη·
σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα θάλασσα·
Ἰστίη αὐδαχθεῖσα· σὲ δ' ὀλβοδότιν καλέουσι,
παντοίων ἀγαθῶν θνητοῖς ὅτι δῶρα χαρίζῃ,
ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπής,
πανδαμάτωρ, Φρυγίης, σώτειρα, Κρόνου συνόμευνε,
Οὐρανόπαι, πρέσβειρα, βιοθρέπτειρα, φίλοιστρε·
ἔρχεο γηθόσυνος, κεχαρημένη εὐσεβίῃσιν.