NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Saturday, August 12, 2017

ἡ δὲ μὴ πρὸς ἀγαθόν τι ἀφορῶσα οὐδὲ τέχνη ἐστίν·


Ἡ τέχνη πρὸς ἀγαθόν τι ἀφορᾷ· πᾶσα γὰρ τέχνη τὸ τέλος ἀγαθὸν ἔχει, ἡ δὲ μὴ πρὸς ἀγαθόν τι ἀφορῶσα οὐδὲ τέχνη ἐστίν· οὕτως ἡ δημώδης ῥητορικὴ οὐκ ἔστι τέχνη· οὐδὲ γὰρ τέλος τὸ ἀγαθὸν τίθεται· πρὸς πάθη γὰρ ποιεῖται τοὺς λόγους.
Πάλιν οὐδεμία τέχνη τοὺς κανόνας ἑαυτῆς διαφθείρει· ἡ δὲ ῥητορικὴ ἡ δημώδης τὸν κανόνα ἑαυτῆς διαφθείρει, τουτέστι τὸν δικαστήν· οὗτος γάρ ἐστιν ὁ κανὼν αὐτῆς· οὐκ ἄρα τέχνη ἡ  δημώδης  ῥητορική. Πάλιν ὡς ἐν  Πολιτείᾳ   εἶπεν  οὐδὲ   ὁ ἐπιστήμων τοῦ ἐπιστήμονος πλέον ἔχει, οὐδὲ ὁ τέκτων τοῦ τέκτονος καθὸ τέκτων· ὁ δὲ ῥήτωρ τοῦ ῥήτορος βούλεται πλέον ἔχειν· τὸ συμπέρασμα δῆλον. Ἐπειδὴ οὖν πᾶσα τέχνη τὸ τέλος ἀγαθὸν ἔχει, ἡ δὲ δημώδης ῥητορικὴ οὐκ ἔχει, διὰ τοῦτό φησιν ὅτι  ἐὰν οἱ ἐπιόντες λόγοι μαρτυρῶσιν αὐτῇ εἶναι τέχνῃ  εἰ γὰρ μὴ πρὸς τὸ ἀγαθὸν ἀφορῶσα ἡ ῥητορικὴ λέγει ἃ λέγει, οὐκ ἔστι τέχνη, εἰ δὲ πρὸς τὸ ἀγαθὸν, τέχνη ἐστίν.