NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Tuesday, May 23, 2017

τὸ δὲ τῆς Λήθης πεδίον πᾶσαν δηλοῖ τὴν γένεσιν



Proclus Phil., In Platonis rem publicam commentarii
Volume 2, page 95, line 8

αἱ δὲ Μοῖραι τὰς κατανειμαμένας τὴν πρόνοιαν τῆς μητρὸς
Θέμιδος, καὶ μὲν Κλωθὼ τὴν ἀπλανῆ λαχοῦσα σφαῖραν,
δὲ Ἄτροπος τὴν πλανωμένην, δὲ Λάχεσις τὸν ὅλον οὐ-
ρανόν.
δὲ προφήτης καὶ πᾶσα κατ' αὐτὸν σειρὰ τάξιν
ἀγγελικὴν ἐμφαίνει μέσην τῆς τε Μοιραίας θεότητος καὶ
τῆς δαιμονίας προνοίας, τῶν ψυχικῶν βίων προστάτιν. δὲ
εἰληχὼς δαίμων ἐστὶν τῶν γενεσιουργῶν βίων ἔφορος, κυ-
βερνῶν
πᾶσαν ἡμῶν τὴν ἐν τῇ γενέσει πολιτείαν. οἱ δὲ αὖ
κλῆροι σημαίνουσι τὴν κοσμικὴν τάξιν τὴν ἀφορίζουσαν ταῖς
ψυχαῖς τοὺς ὀφειλομένους ἑκάστῃ κατὰ τὴν ἀξίαν βίους, ἧς
τὸν ὅλον οὐρανὸν διατάττουσα Λάχεσίς ἐστιν ἡγεμών· οἱ
δὲ βίοι τὰ εἴδη τῶν γενεσιουργῶν ζωῶν τῶν ἐκ τοῦ παντὸς  
ἀπονεμομένων ταῖς κατιούσαις ψυχαῖς, πλειόνων ἐλασσό-
νων
· αἱ δὲ αἱρέσεις προβολὰς λόγων κατὰ τὴν αὐτενέρ-
γητον
τῶν ψυχῶν δύναμιν ἐναρμοζομένων τῇ τάξει τοῦ
παντός· αἱ δὲ εἰς διάφορα ζῷα μετατάξεις ἀμείνω καὶ χείρω
τῆς ζωῆς ποικίλας διεξόδους κατὰ τὰς διαφόρους δυνάμεις
λογικὰς ἀλόγους, τῶν ὁμοίων ἀεὶ πρὸς τὰ ὅμοια φερο-
μένων
κατὰ τὴν ἐν τῷ κόσμῳ δίκην. τὸ δὲ τῆς Λήθης
πεδίον
πᾶσαν δηλοῖ τὴν γένεσιν, ἐν καὶ δαίμονές εἰσι
γενεσιουργοὶ καὶ ἄλογος ζωὴ συνδεῖται ταῖς ψυχαῖς· δὲ
τῆς Λήθης ποταμὸς πᾶσαν τὴν ῥύσιν τῶν ἐνύλων καὶ τὸ
<
ῥόθιον κύτος ἡμῶν,> †ἀεὶ λήθης ἀναπιμπλὰς τὰς ψυχὰς
τῶν ἀεὶ ἑστώτων λόγων· δὲ βροντὴ καὶ σεισμὸς τὰς
Διὸς ἅμα καὶ Ποσειδῶνος ἄνωθέν τε καὶ κάτωθεν περὶ τὴν
γένεσιν δημιουργίας· δὲ ἐν νυκτὶ πτῶσις τὴν εἰς τὸ σκο-
τῶδες
καὶ ἀφεγγὲς περιάγουσαν κατάταξιν· αἱ δὲ τοῖς διᾴτ-
τουσιν
ἐοικυῖαι φοραὶ τὰς τῶν ὀχημάτων τῶν ψυχικῶν
γενεσιουργοὺς φοράς, καὶ διὰ τοῦτο ἀφωμοίωται διᾴττου-
σιν
ὡς ὁμοιότητά τινα φερόμενα πρὸς τὰ τῶν ἄστρων ὀχή-
ματα.
καὶ τέλος <ὁ> ὕπνος αὐτὴν ἐνδείκνυται τὴν πάρεσιν
καὶ τὴν ἀργίαν τῆς νοερᾶς τῶν ψυχῶν ζωῆς ἀπ' ἐναντίας
ἔχουσαν πρὸς τὴν ἄγρυπνον τοῦ νοῦ θεωρίαν. Τοσαῦτα
καὶ περὶ τῶν ἐν τῷ μύθῳ σπέρματα νοημάτων ἀναγεγράφθω
προκείμενα τοῖς ἐξεργάζεσθαι βουλομένοις τε καὶ δυναμένοις
ἀνελίττειν.